ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μη δ’ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο · ταῦτα πάντα ἑωρακὼς ὁ ὄνος, τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν. ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ’ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους, τὴν πενίαν ἀγαπᾶν.