κορώνη, Ἀθηνᾷ θύουσα, κύνα ἐπὶ ἑστίασιν ἐκάλει. ὁ δὲ πρὸς αὐτὴν ἔφη · “τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ, ὡς κὰκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν”. καὶ ἡ κορώνη πρὸς αὐτόν · “διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι”. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.