δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολὺ δὲ τῆς μάχης κορυφουμένης, κωβιὸς ἀνέδυ (ἔστι δὲ οὗτος μικρὸς ἰχθὺς), καὶ ἐπειρᾶτο αὐτούς διαλλάττειν. εἷς δέ τις τῶν δελφίνων ὑπολαβών ἔφη πρὸς αὐτόν · “ἀλλ’ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπ’ἀλλήλων διαφθαρῆναι, ἢ σοῦ διαλλακτοῦ τυχεῖν”. οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.