χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη · ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν · ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης “μόνον ἅρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν”; ὑποτυχοῦσα ἔφη · “ἀλλ’ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθοῦνται”. ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν ὑφ’ὧν ἢκιστα προσεδόκησαν πάσχωσι.