πλούσιος δύο θυγατέρας ἔχων, τῆς μιᾶς ἀποθανούσης, θρηνούσας ἐμισθώσατο. τῆς δὲ ἑτέρας παιδὸς λαλούσης · “ὡς ἄθλιαι, εἴγε αὐταὶ, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἰ δὲ μηδὲν προσήκουσαι οὕτω σφοδρῶς κόπτονται καὶ κλαίουσιν,” ἡ μήτηρ ἔφη · “μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτως θρηνοῦσιν · ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν”. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.