Aesop and Aesopica

Fables, Fabula 333b

ὄνος ἐν Κύμῃ, λεοντῆν περιβαλόμενος, ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν · ἄχρι δή τις αὐτὸν ξένος, καὶ λέοντα ἰδὼν πολλάκις καὶ ὄνον, ἤλεγξε παίων τοῖς ξύλοις.