νεανίσκος τις ἐφ’ἵππον ἀνέβη μαινόμενον. ἁρπάσας δὲ αὐτὸν ἔφερεν ὁ ἵππος · ὁ δ’οὐκ ἔτι καταβηναι τοῦ ἵππου θέοντος ἐδύνατο. καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν “ποίαν ἄπεισιν”; ὁ δ’εἶπεν · “ὅποι ἂν τούτῳ δοκῇ,” δεικνὺς τὸν ἵππον. οὕτω πολλοὶ, ἄν τις ἐρωτᾷ “ποῖ φέρεσθε”; τα- τἀληθῆ ἐθέλοντες λέγειν, ἐροῦσιν, ἀπλῶς μὲν “ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ,” κατὰ μέρος δὲ ὅποιπερ ἄν τῇ ἡδονῇ δοκῇ, ποτὲ δὲ ὅποι τῇ δόξῃ, ποτὲ δὲ αὖ τῇ φιλοκερδείᾳ · ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον αὐτούς ἐκφέρει.