λύκος ἀρνίον ἐδίωκε · τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου, καὶ λέγοντος, ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεὺς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη · “ἀλλ’αἱρετώτερόν μοί ἐστι θεοῦ θυσία γενέσθαι, ὑπὸ σοῦ διαφθαρῆναι”. ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.