Aesop and Aesopica

Fables, Fabula 240

λέαινα, ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς τοῦ χρόνου ἕνα τίκτειν, “ἔνα,” ἔφη “ἀλλὰ λέοντα”. ὁ μῦθος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλ’ἐν ἀρετῇ.