γυνή τις χήρα ὄρνιν εἶχε καθ’ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. νομίσασα δὲ, ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. ἡ δ’ὄρνις, κιμελὴς γενομένη, οὐ δ’ἅπαξ τῆς ἡμέρας τεκεῖν ἡδύνατο. ὁ μῦθος δηλοῖ, ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι.