Aesop and Aesopica

Fables, Fabula 420b

ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας · δὲ ἔφη · ἐγὼ σὲ τὸν ταχύν ἐν τοῖς ποσὶ νικήσω. δέ λόγῳ μόνῳ, χελώνη, λέγεις τοῦτο · ἀλλ’ἔριζε καὶ γνώσῃ. τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην; ἀλώπηξ δ’ δικαία καὶ σοφωτάτη ἔταξεν ὁδὸν τῶν δρόμων τὴν εὐθεῖαν. δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἢρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὐτῆς ἀφορῶσα δυσκίνητον. δὲ λαγωὸς, θαρρῶν τοῖς ποσὶν, ἐκοιμήθη · καὶ ἐλθών ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην. ὅτι πολλοὶ τῇ μὲν φύσει ἀργοὶ, τῇ δὲ συντομίᾳ τοὺς φύσει ταχεῖς, ῥᾳθύμους δὲ, νικῶσιν.