ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, καὶ τὴν δουλείαν αὐτῷ ἐπονειδίζων ἔλεγεν · “εὐτυχὴς ὄντως ἐγὼ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως, αὐτοσχέδιον καὶ τὴν νομὴν ἐν τοῖς ὄρεσι κέκτημαι · σὺ δὲ δι’ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς”. συνέβη δ’οὖν αὐθωρὸν λέοντά τινα φανῆναι, καὶ τῷ μὲν ὄνῳ μὴ προσπελάσαι, ὡς συνόντος αὐτῷ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ τυγχάνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὑτῷ θέσθαι κατάβρωμα. ὁ μῦθος δηλοῖ, ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.