Aesop and Aesopica

Fables, Fabula 162

θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἰλήχει κλήρῳ. πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ · ὕβριν δὲ μόνην κατέλαβε, καὶ ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ.