γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομένην καὶ βυθῷ πεμπομένην, κατηρᾶτο τὴν θάλασσαν δακρύων. δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα · “ἵνα τι, ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλ’οἱ ἄνεμοι οἱ ἐκταράττοντές με. εἰ δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις”. ὅτι γαληνοὺς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες ἐπεγείρουσι πρὸς ὀργάςτε καὶ ζάλας.