Aesop and Aesopica

Fables, Fabula 223

ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνος τὸ στόμα αὑτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνόμενος, ἔλεγε · δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα τὰ περιφερῆ ὠὰ πεπίστευκα. διδάσκει ἡμᾶς λόγος, ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.