βόες μαγείρους ἀπολέσαι πότ’ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμη. καὶ δὴ συνηθροίζοντο, πρὸς μάχην ἤδη κέρατ’ἀποξύνοντες · εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς (πολλὰ δ’ἦν ἀροτρεύσας), “οὗτοι μὲν ἡμᾶς” εἶπε “χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης · ἢν δ’εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότ’ἔσται θάνατος · οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κα- κἂν μάγειρος ἐλλείψῃ”. ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων ὁρᾶν ὀφείλει, μή τι χεῖρον ἐξεύρῃ. ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἅμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶντε καὶ ἀπαιδεύτων.