κύων, καταδιώκων λύκαιναν, ἐφρυάττετο τῇτε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον δι’οἰκείαν δῆθεν ἀσθένειαν. στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα · “οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν”. ὁ μῦθος οὗτος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.