δύο βάτραχοι ἀλλήλοις ἐγειτνίαζον · ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος τα- θατέρῳ μεταβῆναι πρὸς αὐτὸν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης ἀπολαύῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων, δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας · ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι, πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι.