Aesop and Aesopica

Fables, Fabula 179c

τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρων τοὺς καλάμους ἀσινεῖς διαμένοντας, ἐπυνθάνοντο αὐτῶν, πῶς καὶ τίνι τρόπῳ αὐτὰ μὲν, ἰσχυρὰ καὶ ἐμβριθῆ ὄντα, οὕτως κατακλᾶται, οἱ δὲ, λεπτοὶ καὶ ἀσθενεῖς ὄντες, οὐδὲν πάσχουσι. κἀκεῖνοι ἔφασαν · ὅτι ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων προσβολῇ, καὶ οὕτως τὰς ὁρμὰς ἐκκλίνομεν · ὑμεῖς δὲ, πεποιθότες τῇ ἰδίᾳ δυνάμει, ἀντιστῆναι πειρᾶσθε, καὶ διὰ τοῦτο κατεάσσεσθε. λόγος δηλοῖ, ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀντιτάσσεσθαι ἀσφαλέστερόν ἐστι.