Aesop and Aesopica

Fables, Fabula 65

ἀνήρ τις, ἀκρίδας συλλέγων καὶ ἀποκτιννὺς, εἷλε καὶ τέττιγα. ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν τέττιξ · ἄνθρωπε, μή με μάτην ἀνέλῃς · ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὔτ’ἄλλο τι τῶν ἀπάντων σε ἀδικῶ · τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομαι, τέρπων τοὺς ὁδοιπόρους · φωνῆς οὖν παρ’ἐμοὶ πλέον οὐδὲν εὑρήσεις. κἀκεῖνος, ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι.