Aesop and Aesopica

Fables, Fabula 174b

ἵππον ἐλύπει τὸ γῆρας, καὶ μυλῶνα ἀντὶ μάχης ἐλάμβανεν. ὡς δὲ ἀλήθειν ἀντὶ τοῦ πολεμεῖν ἡναγκάζετο, τὴν παροῦσαν ἐδάκρυε τύχην, τῆς δὲ πρώτης ἐμέμνητο ἐμοὶ λέγων, μυλωρὲ, στρατεύεσθαι μὲν ὑπῆρχε πρότερον, κόσμος δὲ παντὶ περιέκειτο τῷ σώματι, καὶ θεραπεύων παρηλοκούθει τις ἂνθρωπος · νῦν δὲ οὐκ οἱδ’ὅτι παθών ἀντιλαμβάνω τὸν μυλῶνα τῆς μάχης. καὶ μυλωρὸς πρὸς αὐτὸν ἐπίσχες ἔφη τὰ παλαιὰ θρυλλῶν · τύχη γὰρ θνητοῖς τὴν ἐφ’ἑκάτερα φέρειν οἶδε μεταβολήν.