Aesop and Aesopica

Fables, Fabula 411

φθεῖρες γεωργὸν ἀροτριῶντα ὑπέδακνον · δὲ δὶς μὲν τὸ ἄροτρον μεθεὶς τὸν χιτωνίσκον ἐκάθηρεν. ὡς δ’αὖθις ἐδάκνετο, ἵνα μὴ πολλάκις ἀργοίη, τὸν χιτωνίσκον ἔκαυσεν. κἀγὼ τοῖς δὶς ἡττημένοις παραινῶ, τρίτου πυρὸς μὴ δεηθῆναι.