μῦς ταῦρον ἔδακεν. ὁ δ’ἐδίωκεν ἀλγήσας τὸν μῦν · φθάσαντος δ’εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δ’ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει διηπορεῖτο · τῷ δ’ὁ μῦς ἐπιτρύξας · “οὐχ ὁ μέγας αἰεὶ δυνατός · ἔσθ’ὅπου μᾶλλον τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει”.