χελώνη ἀετοῦ ἐδεῖτο, ἵπτασθαι αὐτὴν διδάξαι. τοῦ δὲ παραινοῦντος, πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. λαβών οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκών, εἶτ’ἀφῆκεν. ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη. ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ ἐν φιλονεικίαις, τῶν φρονιμωτέρων παρακούσαντες, ἑαυτούς ἔβλαψαν.