Aesop and Aesopica

Fables, Fabula 167

θύννος, διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ τῆς σφοδρᾶς ὁρμῆς ἐκκρουσθεὶς εἰς τινα ᾐόνα · ὑπὸ τῆς αὐτῆς δὲ φορᾶς ἐλαυνόμενος καὶ δελφὶν αὐτῷ συνεξώσθη. καὶ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λειποψυχοῦντα, ἔφη · ἀλλ’ἔμοιγε οὐκέτι λυπηρὸς θάνατος · ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μου τοῦ θανάτου γενόμενον συναποθνήσκοντα. λόγος δηλοῖ, ὅτι ῥᾷον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων συναποθνήσκοντας.