Aesop and Aesopica

Fables, Fabula 253

θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψει λυπεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. ἤριζον δὲ, τίς πρῶτος αὐτῶν πίῃ · ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους, ὅς αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον · κρεῖσσόν ἐστι ἡμᾶς φίλους γενέσθαι, βρῶμα γυψὶ καὶ κόραξιν. ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἂγουσιν.