λέγεται βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ πυρριχίζειν διδάξαι · καὶ τὰ θηρία (μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων) ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι, ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα · καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δή τις θεατὴς ἀστεῖος, κάρυα ὑπὸ κόλπον ἔχων, ἀφῆκεν ἐς τὸ μέσον. οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθ’ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυρριχιστῶν, καὶ ξυνέτριβον τὰ προσωπεῖα, καὶ τὴν ἐσθῆτα κατερρήγνυον, καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους · τὸ δὲ σύνταγμα τῆς πυρρίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου.