λέων ποτ’ἀνδρῶν βίον ἄριστον ἐζήλου, καὶ δὴ κατ’εὐρὺν φωλεὸν διατρίβων, ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω, φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο. πολὺς δ’ὑπὸ σπήλυγγι θαμινὰ παντοίων θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη · ὁ δ’εἱστίατε κα- κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει, μεθ’ἧς τὰ πολλὰ μειλίχως συνεζήτει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶντε συσσίτοισι διανέμων μοίρας · ὃς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, τα- ταὐτὸν παρετίθει δεσπότῃτε κα- κἀκείνῳ, ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ · κερδὼ δ’ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δὴ ποτ’αὐτὴν προσποιητὰ σιγῶσαν δείπνουτε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν, λέων τίν’εἶχεν αἰτίην διηρώτα · “κερδοῖ σοφὴ, λάλησον ὥσπερ εἰώθεις · φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον”. ἡ δ’εἶπεν · “ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω · οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει, τὰ δ’ἔπειτα” · φησὶ “προσκοπουμένη κλαίω καθ’ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτ’ἄλλος ξένος πελάζοι, τοῦτο δ’εἰς ἔθος βαίνοι, τάχ’οὐ δ’ἑώλων γεύσομαι κρεῶν μούνη”. ὁ λέων δὲ τερφθεὶς ἵλεωςτε μειδήσας εἶπεν · “πιθήκῳ ταῦτα μη δ’ἐμοὶ μέμφου”. ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ παρόντα μόνον, καθ’ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.