τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ, καὶ ἀκούσας, ὅτι εὐμελέστατον ζῶον, ἠγόρασε. καὶ ἔχων ποτὲ σύνδειπνον, προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι παρὰ τὸν πότον. τοῦ δὲ τότε μὲν ἡσυχάσαντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν, ὅτι ἀποθνήσκειν ἔμελλε, θρηνοῦντος αὑτὸν, ὁ δεσπότης ἀκούσας ἔφη · “ἀλλ’εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνήσκῃς, ἐγὼ μάταιος ἤμην τότε, ὅτε σε παρεκάλουν, ἀλλ’οὐκ ἔθυον”. οὕτω τινὲς τῶν ἀνθρώπων, ἃ μὴ βούλονται ἑκουσίως ποιεῖν, ἄκοντες ταῦτα ἐπιτελοῦσιν.