Aesop and Aesopica

Fables, Fabula 373

ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἀνέτρεφεν, οἰόμενος, ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπάζοντες αὐτῷ οἴσουσιν. οἱ δὲ ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρώτην αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. δὲ ἀναστενάξας εἶπεν · ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ τούτους νηπίους ὄντας ἔσωζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν; οὕτως οἱ τοὺς πονηροὺς περισώζοντες λανθάνουσι καθ’αὐτῶν πρῶτον αὐτοὺς ῥωννύντες.