βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον · περιελθών δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διὶ, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. ἐλθών δὲ εἴς τινα δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς χεῖρας εἶπε · δέσποτα λεῦ, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω · νῦν δὲ ταῦρον θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω “. οὗτος ὁ λόγος λεχθείη ἂν κατ’ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.