Aesop and Aesopica

Fables, Fabula 104

ὄνον τις ἔχων καὶ τῷ βοῒ συζεύξας ἠροτρία, πτωχῶς μὲν, ἀλλ’ἀναγκαίως. ἐπεὶ δὲ τὸ ἔργον ἐπληρώθη, καὶ λύειν ἔμελλεν αὐτοὺς, ἡ ὄνος διηρώτα τὸν βοῦν · “τίς ἄξει τῷ γηπόνῳ τὰ σκεύη”; ὁ δὲ πρὸς αὐτὴν εἶπε · “πάντως ὅσπερ εἴωθεν”.