ὄνος πατήσας σκόλοπα χωλὸς εἰστήκει. λύκον δὲ ἰδὼν ἔφη αὐτῷ · “ὡ λύκε, ἰδοὺ ἐκ τοῦ πόνου ἀποθνήσκω · καὶ δεῖ με (μᾶλλον) σοῦ γενέσθαι δεῖπνον, ἢ γυπῶν ἢ κοράκων. χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου τεθνήξομαι”. ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξεῖλεν. ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου, ἐπὶ τὸν λύκον χάσκοντα λακτίσας, φεύγει, ῥῖνας καὶ μέτωπον καὶ ὀδόντας συνθλάσας. ὁ δὲ λύκος ἔφη · “οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν, τὸ πρῶτον νῦν ἱππίατρος ἠθέλησα γενέσθαι”. ὅτι τινὲς, διπλοῖς κινδύνοις περιπεσόντες, τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον.