ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι · καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν. ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλεόνων τὸν λέοντα, θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο. καὶ πειρωμένη ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα. ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον, ἤ κρατεῖν σφαλερῶς.