γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν · ἐπειδὴ δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο · ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς ἀροτῆρας βοῦς ἐχώρησεν. οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους · “ἀπιτέον ἡμῖν ἐντεῦθεν · ὁ δεσπότης γὰρ εἰ οὐ δὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται”; ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα, οἳ οὐ δὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.