Aesop and Aesopica

Fables, Fabula 305

νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι · δὲ ἀγαθὸν ἔφη τοῦτ’εἶναι. ἐκ δευτέρου δὲ παρ’αὐτοῦ πάλιν ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι · δὲ καὶ τοῦτ’ἀγαθὸν ἔφησεν εἶναι. ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο, εἶπεν ὑδέρῳ περιπεπτωκέναι · δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει · ἐγὼ εἶπεν, οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι. μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.