Aesop and Aesopica

Fables, Fabula 175

Στησίχορος, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον · ὡς ἵππος κατεῖχε λειμῶνα μόνος · ἐλθόντος δ’ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον, ἠρώτα ἄνθρωπον, εἰ δύναιτ’ἂν μετ’αὐτοῦ κολάσαι τὸν ἔλαφον. δ’ἔφησεν · ἐὰν λάβῃ χαλινὸν, καὶ αὐτὸς ἀναβῇ ἐπ’αὐτὸν ἔχων ἀκόντια. συνομολογήσαντος δὲ καὶ ἀναβάντος, ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν τῷ ἀνθρώπῳ. οὕτω δὲ καὶ ὑμεῖς ἔφη ὁρᾶτε, μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι, ταὐτὸ πάθητε τῷ ἵππῳ · τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα · ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε ἤδη Φαλάριδι.