Aesop and Aesopica

Fables, Fabula 400

τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾗδεν. ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν, τοιοῦτον ἐπενόησεν. ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπεθύμει θεάσασθαι, πηλίκον ζῶον τηλικαῦτα φθέγγεται. κἀκεῖνος ὑπονοήσας ἀπάτην πρὸς τὴν ἀλώπεκα ἔφη · ἀλλὰ πεπλάνησαι, αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι · ἐγώ γὰρ ἀπ’ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφ’οὐ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. ὅτι τούς φρονίμους τῶν ἀνθρώπων τῶν πέλας αἱ συμφοραὶ σωφρονίζουσι.