γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου, δι’ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη · “ἵνα τὸ φορτίον ἄρῃς”. θανεῖν δὲ οὐ θέλω. ὁ λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ἐν τῷ βίῳ, κα- κἂν δυστυχῇ.