ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος καὶ θεασάμενος γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως σύνοικος αὐτῷ γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστεροι διὰ μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχών ἔφη πρὸς αὐτόν · “ἀλλ’ἔμοιγε παντελῶς τοῦτό ἐστιν ἀδύνατον · ὃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολήσεις”. ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.