ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν · “δι’ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι”. ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφ’ἑνὸς δηχθῆναι τούτων. ὁ δὲ ὑφ’ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δ’ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν · “εἶτα οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ τῶν μυρμήκων”; ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κα- κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.