Aesop and Aesopica

Fables, Fabula 401b

θέρους ἦν ἀκμή · καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέγειν καρποὺς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος τραφήσεσθαι. χειμῶνος δ’ἐπιγεγονότος, οἱ μύρμηκες μὲν οἷς ἐπόνουν ἐτρέφοντο, τοῖς δὲ τέρψις ἐτελεύτα πρὸς ἔνδειαν. οὕτω νεότης, πονεῖν οὐκ ἐθέλουσα, παρὰ τὸ γῆρας κακοπραγεῖ.