παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. πολλὰς δὲ συλλαβὼν, ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα εἷναι, κοιλάνας τὴν χεῖρα οἷόςτε ἦν καταφέρειν αὐτοῦ. καὶ ὃς τὸ κέντρον ἐπάρας ἔφη · “εἴθε γὰρ τοῦτο ποιήσειας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας, ταύτας ἀποβάλῃς”. ὁ λόγος διδάσκει ἡμᾶς, μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ πονηροῖς τὰ αὐτὰ προσφέρειν.