Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν · ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. συνέβη δ’αὐτὸν μὴ μόνον ὃ προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν · τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. οὕτως πολλάκις οἱ πλεονέκται δι’ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προΐενται.