ψιττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι · ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κα- κἀκεῖθεν τερπνὸν ἐκεκράγει. γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ πόθεν ἦλθεν · ὁ δὲ εἶπεν · “ὁ δεσπότης με νεωστὶ ἐπρίατο”. “οὐκοῦν, ἰταμώτατε ζώων,” ἔφη “πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με”. ὁ δὲ ἀπεκρίνατο λέγων · “οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν · οὐ γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ καὶ ἐπὶ τῇ σῇ”. ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα.