λύκος, κατά τινα ἄρουραν ὁδεύων, εὗρε κριθάς. μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. ἵππῳ δὲ συντυχὼν, τοῦτον ἐπὶ τὴν ἄρουραν ἐκεῖ αὐτὸν ἐκάλει, λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπειδὴ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. καὶ ἵππος ὑποτυχὼν ἔφη · “ἀλλ’ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας”. ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κα- κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.