Aesop and Aesopica

Fables, Fabula 421

χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν. μῦθος δηλοῖ, ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.