εἰς ἔριν ἀλλήλοις ἀνήρτε καὶ λέων προῆλθον · καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. καὶ πρὸς ἐκεῖνον ὁ λέων · “εἰ καὶ παρ’ἡμῖν ἦσαν οἱ γλύφοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀνθρώπους ἢ παρ’ἀνθρώπων λέοντας”. ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.