Aesop and Aesopica

Fables, Fabula 324b

ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε · πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥῖψαι. ἀλλὰ τοῦτον ξύλῳ παίων ὁ δεσπότης εἷπεν · “ὄνος εἶ θεὸν φέρων, ἀλλ’οὐ θεοῖς ὑπάρχεις ὁμότιμος”. κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπ’ἀλλοτρίοις, ὁ λόγος ἐλέγχει.