Aesop and Aesopica

Fables, Fabula 232

κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ τοῦ μαγείρου ἀσχολουμένου καρδίαν ἁρπάσας, ἔφυγεν. δὲ μάγειρος ἐπιστραφεὶς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν · οὗτος, ἴσθι ὡς, ὅπουπερ ἄν ᾖς, φυλάξομαί σε · οὐ γὰρ ἀπ’ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ἐμοὶ καρδίαν δέδωκας. μῦθος δηλοῖ, ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.